1.

[10.194] μεριστὸς δὲ οὐκ ἂν ὑπάρχοι διὰ τὸ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖσθαι˙ οἷον ὁ μὲν πῆχυς ὑπὸ παλαιστοῦ καταμετρεῖται, καὶ ἔστι τοῦ πήχεως μέρος ὁ παλαιστής, ὑπὸ δὲ τοῦ δακτύλου ὁ παλαιστής, καὶ ἔστι μέρος τοῦ παλαιστοῦ ὁ δάκτυλος. τοίνυν εἰ καὶ ὁ χρόνος μεριστός ἐστιν, ὀφείλει πρός τινος αὐτοῦ μέρους καταμετρεῖσθαι.