1.

[10.195] οὔτε δὲ ὑπὸ τοῦ ἐνεστῶτος ἐνδέχεται τοὺς ἄλλους χρόνους καταμετρεῖσθαι. εἰ γὰρ ὁ ἐνεστὼς χρόνος καταμετρεῖ τὸν παρῳχημένον, ἔσται ὁ ἐνεστὼς χρόνος κατὰ τὸν παρῳχημένον, γινόμενος δὲ κατὰ τὸν παρῳχημένον οὐκέτι ἔσται ἐνεστώς, ἀλλὰ παρῳχημένος. καὶ εἰ τὸν μέλλοντα καταμετρεῖ ὁ ἐνεστώς, κατ' αὐτὸν γινόμενος μέλλων ἔσται, ἀλλ' οὐχὶ ἐνεστώς. ὅθεν οὐδὲ τοῖς ἄλλοις χρόνοις ἐνδέχεται καταμετρεῖν τὸν ἐνεστῶτα˙ ἑκάτερος γὰρ αὐτῶν κατὰ τοῦτον γενόμενος ἐνεστὼς ἔσται καὶ οὔτε παρῳχημένος οὔτε μέλλων.