1.

[10.197] (§§ 197-199 Cfr. PH III 144-145; M VI 66-67) Σὺν τούτοις˙ ὁ χρόνος τριμερής ἐστιν˙ τὸ μὲν γάρ τι ἦν αὐτοῦ παρῳχημένον, τὸ δ' ἐνεστώς, τὸ δὲ μέλλον. τούτων δὲ τὸ μὲν παρῳχημένον οὐκέτ' ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν. λείπεται δὲ ἓν εἶναι μέρος ἐνεστηκός. ἤτοι οὖν ὁ ἐνεστηκὼς χρόνος ἀμερής ἐστιν ἢ μεριστός. οὔτε δὲ ἀμερὴς εἶναι δύναται˙ ἐν ἀμερεῖ γὰρ χρόνῳ οὐδὲν πέφυκε γίνεσθαι μεριστόν, ὥς φησι Τίμων (
fr. 76 (ed).
), οἷον τὸ γίνεσθαι καὶ τὸ φθείρεσθαι καὶ πᾶν ὃ τούτοις ἔοικεν.