1.

[10.198] εἰ δ' ἀμερής ἐστιν, οὔτε ἀρχὴν ἕξει, ᾗ συνάπτει τῷ παρῳχημένῳ, οὔτε πέρας, ᾧ συνάπτει τῷ μέλλοντι˙ τὸ γὰρ ἀρχὴν ἔχον καὶ πέρας οὐκ ἀμέριστόν ἐστιν. εἰ δὲ μήτε ἀρχὴν ἔχει μήτε πέρας, οὐδὲ μέσον ἔχει˙ κατὰ γὰρ τὴν ὡς ταῦτα σύμβλησιν νοεῖται τὸ μέσον. μήτε δὲ ἀρχὴν ἔχων μήτε πέρας μήτε μέσον οὐδ' ὅλως ἔσται.