1.

[10.199] εἰ δὲ μεριστός ἐστιν ὁ ἐνεστὼς χρόνος, ἤτοι εἰς τοὺς ὄντας χρόνους μερίζεται ἢ εἰς τοὺς μὴ ὄντας. καὶ εἰ μὲν εἰς τοὺς μὴ ὄντας χρόνους μερίζοιτο, οὐκέτ' ἔσται χρόνος˙ τὸ γὰρ εἰς τοὺς μὴ ὄντας χρόνους μεριζόμενον οὐκ ἂν εἴη χρόνος. εἰ δὲ εἰς τοὺς ὄντας χρόνους μερίζεται, οὐκέτι ἔσται ὅλος ἐνεστώς, ἀλλὰ τὶ μὲν αὐτοῦ παρῳχημένον, τὶ δὲ μέλλον. διὰ δὲ τοῦτο οὐκέτι ἔσται ὅλος ἐνεστὼς καὶ ὑπάρχων, τοῦ μὲν μηκέτι ὄντος αὐτοῦ, τοῦ δὲ μήπω ὄντος.