1.

[10.200] (§§ 200-202 Cfr. PH III 146) ἀλλ' εἰ τριῶν ὄντων, παρῳχημένου καὶ μέλλοντος καὶ ἐνεστῶτος, δέδεικται τούτων μηδεὶς ὑπάρχων, οὐκ ἂν εἴη τις χρόνος.
Οἱ δὲ λέγοντες τὸν ἐνεστῶτα χρόνον πέρας μὲν εἶναι τοῦ παρῳχημένου, ἀρχὴν δὲ τοῦ μέλλοντος, ἐκ δυεῖν ἀνυπάρκτων χρόνων ἕνα ποιοῦντες, οὐχ ἕνα μόνον, ἀλλὰ καὶ πάντα χρόνον ἀνύπαρκτον ποιοῦσιν.