1.

[10.201] ἄλλως τε˙ εἰ πέρας ἐστὶ τοῦ παρῳχημένου ὁ ἐνεστὼς χρόνος, τὸ δὲ πέρας τοῦ παρῳχημένου συμπαρῴχηκε τῷ οὗ ἐστι πέρας, οὐκέτι ἔσται ὁ ἐνεστὼς χρόνος, εἴπερ πέρας ἐστὶ τοῦ παρῳχημένου.