1.

[10.202] καὶ πάλιν, εἰ ἀρχὴ τοῦ μέλλοντός ἐστιν ὁ ἐνεστὼς χρόνος, ἡ δὲ ἀρχὴ τοῦ μέλλοντος οὔπω ἔστιν, ὁ ἐνεστὼς χρόνος οὔπω ὑποστήσεται, καὶ οὕτω τὰ ἐναντιώτατα τούτῳ συμβήσεται˙ καθὸ μὲν γὰρ ἐνεστώς ἐστιν, ὑπάρξει, καθὸ δὲ συμπαρῴχηκε τῷ παρῳχημένῳ, οὐκέτι ἔσται, καθὸ δὲ τῷ μέλλοντι σύνεστιν, οὔπω ἔσται. ἄτοπον δὲ τὸν αὐτὸν χρόνον νοεῖν καὶ ὄντα καὶ μηκέτ' ὄντα καὶ μήπω ὄντα. τοίνυν οὐδὲ ταύτῃ ῥητέον εἶναί τινα χρόνον.