1.

[10.203] (§§ 203-205 Cfr. PH III 147-148) Ἐπακτέον δὲ καὶ οὕτως˙ εἰ ἔστι τι χρόνος, ἤτοι ἄφθαρτός ἐστι καὶ ἀγένητος ἢ φθαρτὸς καὶ γενητός˙ οὔτε δὲ ἄφθαρτός ἐστι καὶ ἀγένητος, ὡς δειχθήσεται, οὔτε φθαρτὸς καὶ γενητός, ὡς καὶ τοῦτο παρασταθήσεται˙ οὐκ ἄρα ἔστι τι χρόνος. ἄφθαρτος μὲν οὖν καὶ ἀγένητος οὐκ ἔστιν, εἴ γε τὸ μέν τι αὐτοῦ παρῴχηκε, τὸ δὲ ἐνέστηκε, τὸ δὲ μέλλει.