1.

[10.204] καὶ γὰρ ἡμέρα ἡ μὲν χθὲς οὐκέτι ἔστιν, ἡ δὲ σήμερον ἔστιν, ἡ δὲ αὔριον οὔπω γέγονεν. ὅθεν καὶ τοῦ χρόνου τὸ μὲν οὐκ ἔσται, ὥσπερ τὸ παρῳχημένον, τὸ δὲ ἔστιν, ὡς τὸ ἐνεστηκός, τὸ δὲ οὔπω ἔστιν, καθάπερ τὸ μέλλον. διὰ δὲ τοῦτο οὔτε ἀγένητος οὔτε ἄφθαρτος γενήσεται ὁ χρόνος.