1.

[10.205] εἰ δὲ φθαρτός ἐστι καὶ γενητός, ἄπορον τὸ εἰς τί φθαρήσεται καὶ ἐκ τίνος ἔσται. οὔτε γὰρ ὁ μέλλων ἔστιν ἤδη, οὔτε ὁ παρῳχημένος ἔτι ἔστιν. ἐκ δὲ τῶν μὴ ὄντων πῶς δύναταί τι 〈γίνεσθαι, ἢ εἰς τὰ μὴ ὄντα πῶς δύναταί τι〉 φθείρεσθαι; οὐδὲν οὖν ἐστι χρόνος.