1.

[10.206] (§§ 206-211 Cfr. PH III 149-150) Ἐπιχειρητέον δὲ καὶ οὕτως˙ εἰ ἔστι τι χρόνος, ἤτοι γενητός ἐστιν ἢ ἀγένητος ἢ τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος˙ οὔτε δὲ γενητὸς δύναται εἶναι ὁ χρόνος οὔτε ἀγένητος οὔτε τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος˙ οὐκ ἄρα ἔστι τι χρόνος.