1.

[10.207] εἰ μὲν γὰρ γενητὸς εἴη, ἐπεὶ πᾶν τὸ γεννώμενον 〈ἐν〉 χρόνῳ γίνεται, καὶ ὁ χρόνος γεννώμενος ἐν χρόνῳ ἔσται γεννώμενος. ἤτοι οὖν [ὁ] αὐτὸς ἔσται ἐν αὑτῷ γεννώμενος ἢ ἕτερος ἐν ἑτέρῳ. καὶ εἰ μὲν [ὁ] αὐτὸς ἐν ἑαυτῷ γεννᾶται, ἔσται τι γεγονὸς πρὶν γεγονέναι˙ ὅπερ ἄτοπον.