1.

[10.208] ἐπεὶ γὰρ τὸ ἐν ᾧ τι γίνεται ὀφείλει προϋπάρχειν τοῦ ἐν αὐτῷ γεννωμένου, δεήσει καὶ τὸν χρόνον ἐν ἑαυτῷ γεννώμενον ἑαυτοῦ προγεγενῆσθαι˙ οἷον ἐν ἐργαστηρίῳ δημιουργεῖται ἀνδριάς, ἀλλὰ προϋπόκειται τοῦ ἀνδριάντος τὸ ἐργαστήριον, καὶ ἐν τόπῳ τινὶ συνίσταται ναῦς, ἀλλὰ καὶ προϋφέστηκε τῆς νεὼς ὁ τόπος. τοίνυν εἰ καὶ ὁ χρόνος ἐν ἑαυτῷ γίνεται, προϋπάρξει ἑαυτοῦ˙ καὶ οὕτως εἰ μὲν γίνεται, οὔπω ἔσται, ἐπεὶ πᾶν τὸ γινόμενον, ὅτε γίνεται, οὔπω ἔστιν˙ εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ὀφείλει προϋπάρχειν. ἔσται οὖν ἅμα χρόνος καὶ οὐκ ἔσται.