1.

[10.210] καὶ μὴν οὐδὲ ἕτερος ἐν ἑτέρῳ γίνεται χρόνος, οἷον ὁ μέλλων ἐν τῷ ἐνεστῶτι καὶ ὁ ἐνεστὼς ἐν τῷ παρῳχημένῳ. εἰ γὰρ ἕτερος ἐν ἑτέρῳ γίνεται χρόνος, ἐξ ἀνάγκης ἕκαστος τῶν χρόνων ἀπολείπων τὴν ἰδίαν θέσιν τὴν ἑτέρου ἐπιλήψεται τάξιν. οἷον ἐπεὶ ὁ μέλλων χρόνος γίνεται ἐν τῷ ἐνεστῶτι χρόνῳ, ὁ μέλλων κατὰ τὸν ἐνεστῶτα γινόμενος ἔσται ἐνεστώς, ἀλλ' οὐ μέλλων˙ καὶ εἰ ὁ ἐνεστὼς ἐν τῷ παρῳχημένῳ γίνεται, πάντως κατὰ τὸν παρῳχημένον γινόμενος οὐκ ἔσται ἐνεστώς, ἀλλὰ παρῳχημένος.