1.

[10.211] ὁ δ' αὐτὸς λόγος κἂν ἀναστρέψωμεν, τὸν μὲν παρῳχημένον ποιοῦντες ἐν τῷ ἐνεστῶτι γινόμενον, τὸν δὲ ἐνεστῶτα ἐν τῷ μέλλοντι˙ αἱ γὰρ αὐταὶ πάλιν ἀκολουθοῦσιν ἀπορίαι. εἰ οὖν οὔτε ἐν αὑτῷ γίνεται χρόνος οὔθ' ὡς ἕτερος ἐν ἑτέρῳ, οὐκ ἔστι γενητὸς ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητός ἐστι μήτε γενητός, παρὰ δὲ ταῦτα τρίτον ἐπινοεῖν ἀμήχανον, λεκτέον μηδὲν ὑπάρχειν τὸν χρόνον.