1.

[10.212] ὅτι γὰρ καὶ ἀγένητος οὐ δύναται εἶναι, σφόδρα εὐπαραμύθητον. εἰ γὰρ ἀγένητός ἐστι καὶ οὔτε γέγονεν οὔτε γενήσεται, εἷς ἔσται μόνος ὁ ἐνεστὼς χρόνος, καὶ οὔτε ὁ μέλλων ἔτι μέλλων, οὐδὲ τὰ ἐν αὐτῷ πράγματα, οὔτε ὁ παρῳχηκὼς ἔτι παρῳχηκώς, οὐδὲ τὰ ἐν αὐτῷ πραττόμενα. οὐχὶ δέ γε τοῦτο˙ τοίνυν οὐδ' ἀγένητός ἐστιν ὁ χρόνος.