1.

[10.213] καὶ μὴν οὐδὲ τὶς μὲν γενητός, τὶς δὲ ἀγένητος, ἐπεὶ συντεθήσονται αἱ ἀπορίαι. ὅ τε γὰρ γενητὸς ἢ ἐν ἑαυτῷ γίνεσθαι ὀφείλει ἢ ἐν ἑτέρῳ˙ ἀλλ' ἐὰν μὲν ἐν ἑαυτῷ γένηται, προϋπάρξει ἑαυτοῦ, ἐὰν δὲ ἐν ἑτέρῳ, οὐκέτι ἐκεῖνος ὁ χρόνος ἔσται, ἀλλὰ καθ' ὃν γίνεται ἀπολείπων τὴν ἰδίαν τάξιν.