1.

[10.214] ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀγενήτου˙ εἰ γὰρ ἀγένητός ἐστιν, οὔτε 〈ὁ〉 μέλλων ποτὲ ἔσται χρόνος οὔτε ὁ παρῳχηκώς, ἀλλ' εἷς μόνος ὁ ἐνεστηκώς. ἄτοπα δὲ ταῦτα. λείπεται ἄρα λέγειν, μήτε γενητοῦ ὄντος τοῦ χρόνου μήτε ἀγενήτου μήτε τινὸς μὲν γενητοῦ, τινὸς δὲ ἀγενήτου, μὴ εἶναι χρόνον.