1.

[10.215] Ἐνέσται δὲ τοῦτο ἀπορεῖν καὶ ἀπὸ τῆς οὐσίας, ὡς καὶ ἀπὸ τῆς ἐννοίας προηπόρηται (Cfr. PH III 138). αὐτίκα γὰρ τῶν δογματικῶν φιλοσόφων φασὶν οἱ μὲν σῶμα εἶναι τὸν χρόνον οἱ δὲ ἀσώματον, καὶ τῶν ἀσώματον φαμένων οἱ μὲν ὡς καθ' αὑτό τι νοούμενον πρᾶγμα, οἱ δ' ὡς συμβεβηκὸς ἑτέρῳ.