1.

[10.217] τὰ δὲ μεγέθη τῶν χρόνων καὶ τὰ κεφάλαια τῶν ἀριθμῶν ἐπὶ πολυπλασιασμοῦ μάλιστα ἐκφέρεσθαι. τὸ μὲν γὰρ ῾῾νῦν᾽᾽, ὃ δὴ χρόνου μήνυμά ἐστιν, ἔτι δὲ τὴν μονάδα οὐκ ἄλλο τι εἶναι ἢ τὴν οὐσίαν, τὴν δὲ ῾῾ἡμέραν᾽᾽ καὶ τὸν ῾῾μῆνα᾽᾽ καὶ τὸν ῾῾ἐνιαυτόν᾽᾽ πολυπλασιασμὸν ὑπάρχειν τοῦ ῾῾νῦν᾽᾽ (φημὶ δὲ τοῦ χρόνου), τὰ δὲ ῾῾δύο᾽᾽ καὶ ῾῾τρία᾽᾽ καὶ ῾῾δέκα᾽᾽ καὶ ῾῾ἑκατὸν᾽᾽ πολυπλασιασμὸν εἶναι τῆς μονάδος.