1.

[10.220] καθόλου γάρ, ἵνα μικρὸν ἄνωθεν προλάβωμεν (Cfr. § 215) εἰς τὴν τοῦ λεγομένου παρακολούθησιν, τῶν ὄντων τὰ μέν τινα καθ' ἑαυτὰ ὑφέστηκεν, τὰ δὲ περὶ τοῖς καθ' ἑαυτὰ ὑφεστῶσι θεωρεῖται. καὶ καθ' ἑαυτὰ μὲν ὑφέστηκε πράγματα οἷον αἱ οὐσίαι (ὡς τὸ σῶμα καὶ κενόν), περὶ δὲ τοῖς καθ' ἑαυτὰ ὑφεστῶσι θεωρεῖται τὰ καλούμενα παρ' αὐτοῖς συμβεβηκότα.