1.

[10.224] συμπτώματα οὖν ταῦτ' ἐστιν οἷς χρόνος παρέπεται, φημὶ δὲ τήν τε ἡμέραν καὶ νύκτα καὶ ὥραν καὶ τὰ πάθη καὶ τὰς ἀπαθείας, κινήσεις τε καὶ μονάς. ἥ τε γὰρ ἡμέρα καὶ νὺξ τοῦ περιέχοντος ἀέρος εἰσὶ συμπτώματα, ὧν ἡ μὲν ἡμέρα κατὰ τὸν ἐξ ἡλίου φωτισμὸν συμβαίνει, ἡ δὲ νὺξ κατὰ 4φωτισμοῦ στέρησιν τοῦ ἐξ ἡλίου ἐπιγίνεται.