1.

[10.225] ἡ δὲ ὥρα ἤτοι τῆς ἡμέρας ἢ τῆς νυκτὸς μέρος καθεστηκυῖα πάλιν σύμπτωμα γίνεται τοῦ ἀέρος, ὥσπερ καὶ ἡ ἡμέρα καὶ ἡ νύξ. ἀντιπαρεκτείνεται δὲ πάσῃ ἡμέρᾳ καὶ πάσῃ νυκτὶ καὶ ὥρᾳ ὁ χρόνος˙ παρ' ἣν αἰτίαν μακρά τις ἢ βραχεῖα λέγεται ἡμέρα καὶ νύξ, φερομένων ἡμῶν ἐπὶ τὸν ταύτῃ συμβεβηκότα χρόνον. τά τε πάθη καὶ αἱ ἀπάθειαι ἤτοι ἀλγηδόνες ἢ ἡδοναὶ ἐτύγχανον, διὰ δὲ τοῦτο οὐκ οὐσίαι τινὲς καθειστήκεισαν, ἀλλὰ συμπτώματα τῶν πασχόντων ἤτοι ἡστικῶς ἢ ἀλγεινῶς, καὶ συμπτώματα οὐκ ἄχρονα.