1.

[10.226] (Cfr. §§ 176-177) πρὸς τούτοις καὶ ἡ κίνησις, ἔτι δὲ ἡ μονή, ὡς ἤδη παρεστήσαμεν, τῶν σωμάτων ἐστὶ συμπτώματα καὶ οὐ χωρὶς χρόνου˙ τὴν γοῦν ὀξύτητα καὶ βραδυτῆτα τῆς κινήσεως, ἔτι δὲ τὴν πλείονα καὶ ἐλάττονα μονὴν χρόνῳ καταμετροῦμεν.