1.

[10.229] Ὅθεν τοιαύτης οὔσης καὶ περὶ τῆς κατὰ τὸν χρόνον οὐσίας διαστάσεως, πάρεστι μὲν ἤδη συμβαλεῖν ἐκ τῶν προηπορημένων, ὅτι οὐδ' ἐκ ταύτης οἷόν τέ ἐστι βεβαίως τι μαθεῖν, ὅμως δὲ καὶ τὰ νῦν λεκτέον πρὸς Πλάτωνα καὶ Ἀριστοτέλην καὶ Στράτωνα τὸν φυσικὸν τὰ ἐν ἀρχαῖς ἀντειρημένα (Cfr. §§ 170 sqq.), ὅτε ἐκ τῆς ἐννοίας τοῦ χρόνου συνήγομεν τὸ μηδὲν εἶναι τὸν χρόνον.