1.

[10.230] πρὸς δὲ τοὺς σωματικὴν ἀξιοῦντας εἶναι τὴν οὐσίαν τοῦ χρόνου, φημὶ δὲ τοὺς Ἡρακλειτείους (Cfr. § 216), κινοῖτο προχειρότατον, ὅτι εἰ χρόνος σῶμά ἐστι, πᾶν δὲ σῶμα ἢ μένον ἢ κινούμενον νοεῖται, τὸ δὲ μένον ἢ κινούμενον ἐν χρόνῳ μένον ἢ κινούμενον νοεῖται, οὐχὶ δέ γε ἐν σώματι τὸ σῶμα μένον ἢ κινούμενον νοεῖται, οὐκ ἄρα σῶμά ἐστιν ὁ χρόνος.