1.

[10.231] τό τε ὂν κατὰ τοὺς Ἡρακλειτείους, ὃ δὴ σῶμά ἐστιν, ἐν χρόνῳ ἐστίν˙ οὐχὶ δέ γε ὁ χρόνος ἐν χρόνῳ ἐστίν˙ οὐκ ἄρα τὸ ὂν καὶ τὸ σῶμα χρόνος ἐστίν. τό τε ζῷον ἐν χρόνῳ ζῇ, ὡς καὶ τὸ τεθνηκὸς ἐν χρόνῳ τέθνηκεν˙ διὸ οὐκ ἔστι ζῷον ἢ σῶμα ὁ χρόνος.