1.

[10.232] καὶ μὴν οἱ λέγοντες μὴ ὑπάρχειν τὸ πρῶτον σῶμα κατὰ τὸν Ἡράκλειτον οὐ κωλύονται χρόνον νοεῖν˙ εἰ δέ γε χρόνος ἦν τὸ πρῶτον κατὰ τὸν Ἡράκλειτον σῶμα, κἂν ἐκωλύοντο τὸν χρόνον νοεῖν˙ οὐκ ἄρα τὸ ὂν κατὰ τὸν Ἡράκλειτον ἐστι χρόνος.