1.

[10.233] τό τε ὂν κατὰ τὸν Ἡράκλειτον ἀήρ ἐστιν, ὡς φησὶν ὁ Αἰνησίδημος (Cfr. § 143), μακρῷ δὲ ἀέρος διέφερεν ὁ χρόνος, καὶ ᾧ λόγῳ οὐθεὶς τὸ πῦρ ἢ τὸ ὕδωρ ἢ τὴν γῆν χρόνον λέγει εἶναι, τῷ αὐτῷ οὐδὲ τὸν ἀέρα φήσει˙ οὐ τοίνυν τὸ ὄν ἐστι χρόνος.