1.

[10.234] (§§ 234-236 Cfr. PH II 223-225) Ταῦτα μὲν ὡς ἐν συντόμοις πρὸς ταύτην εἰρήσθω τὴν στάσιν, βραχὺς δ' ἐστὶ καὶ πρὸς τοὺς ἀπὸ τῆς Στοᾶς λόγος, φάσκοντας τῶν τινῶν τὰ μὲν εἶναι σώματα, τὰ δὲ ἀσώματα, καὶ τῶν ἀσωμάτων εἶδός τι καθ' αὑτὸ νοούμενον οἰομένους τὸν χρόνον. τὸ γάρ ῾῾τι᾽᾽ (Cfr. § 147) γενικώτατον τῷ μήτε σῶμά τι δύνασθαι εἶναι μήτε ἀσώματον μήτε σῶμα ἅμα καὶ ἀσώματον οὐκ ἂν εἴη.