1.

[10.235] εἰ γὰρ σῶμά ἐστι, δεήσει πάντα αὐτοῦ τὰ εἴδη σώματα τυγχάνειν καὶ μηδὲν ἀσώματον˙ καὶ ὃν τρόπον πάντα τὰ τοῦ ζῴου εἴδη ζῷά ἐστι καὶ οὐδὲν ἄψυχον καὶ τὰ τοῦ φυτοῦ φυτὰ καὶ οὐδὲν ἔμψυχον, οὕτως ἀκολουθήσει καὶ τὰ τοῦ τινὸς εἴδη σώματος ὄντος σώματα τυγχάνειν καὶ μηδὲν αὐτῶν ἀσώματον. εἰ δὲ ἀσώματόν ἐστιν, ἔσται πάντα αὐτοῦ τὰ εἴδη ἀσώματα καὶ οὐδὲν σῶμα.