1.

[10.236] ὡσαύτως δὲ κἂν σῶμα ἅμα καὶ ἀσώματον ὑπάρχῃ, πάντα τὰ ἐπὶ μέρους ἔσται σώματα ἅμα καὶ ἀσώματα, καὶ οὐδὲν κατ' ἰδίαν ἔσται ἢ σῶμα μόνον ἢ ἀσώματον. ὥστε εἰ μὴ σῶμά ἐστι τό ῾῾τι᾽᾽ μηδὲ ἀσώματον ἢ σῶμα ἅμα καὶ ἀσώματον, οὐδέν ἐστι τό ῾῾τι᾽᾽. τούτου δ' ἀναιρουμένου συναναιρεῖται καὶ τὰ ἐπ' εἴδους πάντα˙ ὅπερ ἐστὶν ἄτοπον.