1.

[10.238] Πρὸς δὲ τὸν Ἐπίκουρον σύμπτωμα συμπτωμάτων (Cfr. §§ 219-227) ἀξιοῦντα τυγχάνειν τὸν χρόνον, πολλῶν καὶ ἄλλων λέγεσθαι δυναμένων, ἐκεῖνο πρὸς τὸ παρὸν ἀπαρκέσει λέγειν, ὅτι αἱ μέν πως ἔχουσαι οὐσίαι τάχα θεωροῦνται καὶ εἰσὶ τῶν ὑποκειμένων πραγμάτων, τὰ δὲ λεγόμενα συμβεβηκέναι ταῖς οὐσίαις, οὐχ ἕτερα ὄντα τῶν οὐσιῶν, ἀνυπόστατά ἐστιν˙