1.

[10.239] οὔτε γὰρ ἀντιτυπία τις ἔστι παρὰ τὸ ἀντίτυπον σῶμα οὔτε εἶξις ὑπόκειται παρὰ τὸ εἶκον καὶ κενόν, οὐ κίνησις παρὰ τὸ κινούμενον σῶμα, οὐ μονὴ παρὰ τὸ ἠρεμοῦν, ἀλλ' ὡς οὐδέν ἐστι στρατηγία παρὰ τὸν στρατηγοῦντα οὐδὲ γυμνασιαρχία παρὰ τὸν γυμνασιαρχοῦντα, οὕτως οὐδὲ ἕκαστον τούτων τῶν συμβεβηκότων ἔστι παρὰ τὸ ᾧ συμβέβηκεν.