HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,240
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-10,240.rdf
1.
[10.240] ὅθεν καὶ ἐπειδὰν λέγῃ ὁ Ἐπίκουρος τὸ
σῶμα νοεῖν κατ' ἐπισύνθεσιν μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας καὶ βάρους, ἐκ μὴ ὄντων
σωμάτων βιάζεται τὸ ὂν σῶμα νοεῖν (
Epicurea
fr. 275
Us. (ed).
) ˙ εἰ γὰρ μήτε μέγεθός τι
ὑπόκειται παρὰ τὸ μεμεγεθωμένον μήτε σχῆμα παρὰ τὸ ἐσχηματισμένον μήτε ἀντιτυπία παρὰ τὸ
ἀντιτυποῦν, πῶς ἐκ τῶν μὴ ὑποκειμένων οἷόν τε τὸ ὑποκείμενον νοεῖν σῶμα;