1.

[10.240] ὅθεν καὶ ἐπειδὰν λέγῃ ὁ Ἐπίκουρος τὸ σῶμα νοεῖν κατ' ἐπισύνθεσιν μεγέθους καὶ σχήματος καὶ ἀντιτυπίας καὶ βάρους, ἐκ μὴ ὄντων σωμάτων βιάζεται τὸ ὂν σῶμα νοεῖν (
Epicurea fr. 275 Us. (ed).
) ˙ εἰ γὰρ μήτε μέγεθός τι ὑπόκειται παρὰ τὸ μεμεγεθωμένον μήτε σχῆμα παρὰ τὸ ἐσχηματισμένον μήτε ἀντιτυπία παρὰ τὸ ἀντιτυποῦν, πῶς ἐκ τῶν μὴ ὑποκειμένων οἷόν τε τὸ ὑποκείμενον νοεῖν σῶμα;