1.

[10.242] ἐῶ λέγειν, ὅτι καὶ τὰ οἷς λέγεται συμβεβηκέναι ὁ χρόνος, καὶ τὰ ὧν λέγεται σύμπτωμα τυγχάνειν, ἀνεύρετά ἐστιν, οἷον ἡ ἡμέρα, ἡ νύξ, ὥρα, κίνησις μονή, πάθος ἀπάθεια. ἡ γοῦν ἡμέρα δωδεκάωρος εἶναι λεγομένη, καθὼς πρότερον ὑπεδείξαμεν (Cfr. §§ 182 sqq.) , οὐχ ὑφέστηκε κατὰ τὰς δώδεκα ὥρας, ἀλλὰ κατὰ μίαν μόνην τὴν ἐνεστῶσαν, ἥτις οὐκ ἔστιν ἡμέρα.