1.

[10.243] ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τῆς νυκτός. ἥ τε ὥρα ἐν πλάτει νοουμένη καὶ οἷον τριμερὴς πάλιν σκεψαμένοις ἡμῖν ἀνυπόστατος φαίνεται. οὔτε γὰρ ὅτε τὸ πρῶτον αὐτῆς μέρος ἔστιν ὑφέστηκεν, (οὔπω γὰρ τὰ λοιπὰ ἔστιν), οὔτε ὅτε τὸ δεύτερον˙ τότε γὰρ τὸ μὲν πρῶτον οὐκέτι ἔστιν, τὸ δὲ τρίτον οὔπω ἔστιν.