1.

[10.244] τῶν δὲ πλειόνων αὐτῆς μερῶν κατὰ τοῦτον τὸν τρόπον μὴ ὑπαρχόντων οὐδ' αὐτὴ δύναται ὑπάρχειν. ἀλλ' ἔστω γε ἡμέραν εἶναι καὶ νύκτα ὑπάρχειν καὶ ὥρας. οὐκοῦν ἐπεὶ ταῦτά ἐστι χρόνος, ὁ δὲ Ἐπίκουρος σύμπτωμά φησιν αὐτῶν εἶναι τὸν χρόνον, ἔσται κατὰ τὸν Ἐπίκουρον ὁ χρόνος αὐτὸς ἑαυτοῦ σύμπτωμα.