1.

[10.245] καὶ μὴν καὶ ὁ περὶ τῆς κινήσεως λόγος ποικίλως ἄπορος δέδεικται (Cfr. §§ 87 sqq.) διὰ τὸ μήτε ἐν ᾧ τι ἔστι τόπῳ δύνασθαι κινεῖσθαι μήτε ἐν ᾧ μὴ ἔστι. συνανῄρηται δὲ καὶ τὸ περὶ τῆς μονῆς˙ κινήσεως γὰρ μὴ οὔσης οὐδὲ μονὴ γένοιτ' ἄν. κατὰ γὰρ ἀντιπαραβολὴν τοῦ κινουμένου νοεῖται τὸ ἀκίνητον καὶ τοῦ ἀκινητίζοντος τὸ κινούμενον˙ ὅθεν ὡς δεξιοῦ μὴ ὄντος οὐδὲ ἀριστερὸν ἔστιν, οὕτως τοῦ ἑτέρου τούτων μὴ ὑπάρχοντος οὐδὲ τὸ λοιπὸν δύναται νοεῖσθαι.