1.

[10.246] (§ 246 Cfr. PH III 116) καὶ ἄλλως, φασὶν οἱ ἀπορητικοί, τὸ μένον ὑπό τινος αἰτίας ἀναγκάζεται μένειν, τὸ δὲ ἀναγκαζόμενον πάσχει, τὸ δὲ πάσχον κινεῖται˙ τὸ ἄρα μένον κινεῖται. ἀλλ' εἴπερ ἐν τοῖς συμπτώμασί φησιν εἶναι τὸν χρόνον ὁ Ἐπίκουρος, δέδεικται δὲ ἠπορημένα, δεήσει ὁμολογεῖν καὶ τὸν συμβεβηκότα τούτοις χρόνον ἠπορῆσθαι.