1.

[10.247] πρὸς τούτοις (Cfr. § 242)˙ ἀσώματόν τι ἔστιν ἡ κίνησις καὶ τὸ πάθος καὶ ἕκαστον τῶν κατηγορημένων, ἀσώματον δὲ καὶ ὁ χρόνος. ἐπεὶ οὖν 〈οὐ〉 πιθανὸν τοῖς ἀσωμάτοις ἀσώματα συμβεβηκέναι, λέγωμεν μηδὲ τὸν χρόνον σύμπτωμα εἶναι τῶν ἐκκειμένων συμπτωμάτων.
Ἀλλὰ γὰρ καὶ ἀπὸ τῆς οὐσίας τὸν χρόνον ἀπορήσαντες τὸ μετὰ τοῦτο ζητῶμεν καὶ περὶ ἀριθμοῦ.