1.

δ´ περὶ ἀριθμοῦ.
[10.248] (§§ 248-284 Cfr. PH III 152-157) Ἐπεὶ ἔτι τῶν συζυγούντων τῷ χρόνῳ πραγμάτων ἐστὶ καὶ ὁ ἀριθμὸς διὰ τὸ μὴ χωρὶς ἐξαριθμήσεως τὴν τοῦ χρόνου γίνεσθαι καταμέτρησιν, καθάπερ ὡρῶν καὶ ἡμερῶν καὶ μηνῶν, ἔτι δὲ ἐνιαυτῶν, καλῶς ἔχειν ἡγούμεθα μετὰ τὴν προανυσθεῖσαν ἡμῖν περὶ ἐκείνου ζήτησιν καὶ τὸν περὶ τούτου διαθέσθαι λόγον, καὶ μάλισθ' ὅτι οἱ ἐπιστημονέστατοι τῶν φυσικῶν οὕτω μεγάλην δύναμιν τοῖς ἀριθμοῖς ἀπένειμαν, ὥστε ἀρχὰς καὶ στοιχεῖα τῶν ὅλων τούτους νομίζειν. οὗτοι δέ εἰσιν οἱ περὶ τὸν Σάμιον Πυθαγόραν.