1.

[10.255] εἶτα καὶ δεδόσθω ταῖς ἀληθείαις αἰωνίους εἶναι τὰς ἀτόμους˙ ἀλλ' ὃν τρόπον οἱ ἀγένητον καὶ αἰώνιον ἀπολείποντες τὸν κόσμον οὐδὲν ἧττον πρὸς ἐπίνοιαν ζητοῦσι τὰς πρῶτον συστησαμένας αὐτὸν ἀρχάς, οὕτω καὶ ἡμεῖς, φασὶν οἱ Πυθαγορικοί, τῶν φυσικῶν φιλοσόφων κατ' ἐπίνοιαν σκεπτόμεθα τὸ ἐκ τίνων τὰ αἰώνια ταῦτα καὶ λόγῳ θεωρητὰ συνέστηκε σώματα.