1.

[10.260] ἀλλὰ μὴν οὐδὲ τὰ ἐπίπεδα σχήματα θείη τις ἂν τῶν ὄντων στοιχεῖα˙ ἕκαστον γὰρ αὐτῶν πάλιν ἐκ προαγόντων συντίθεται τῶν γραμμῶν, καὶ αἱ γραμμαὶ προεπινοουμένους ἔχουσι τοὺς ἀριθμούς, παρόσον τὸ μὲν ἐκ τριῶν γραμμῶν τρίγωνον καλεῖται καὶ τὸ ἐκ τεσσάρων τετράγωνον. καὶ ἐπεὶ ἡ ἁπλῆ γραμμὴ οὐ χωρὶς ἀριθμοῦ νενόηται, ἀλλ' ἀπὸ σημείου ἐπὶ σημεῖον ἀγομένη ἔχεται τῶν δυεῖν, οἵ τε ἀριθμοὶ πάντες καὶ αὐτοὶ ὑπὸ τὸ ἓν πεπτώκασιν (καὶ γὰρ ἡ δυὰς μία τις ἐστὶ δυάς, καὶ ἡ τριὰς ἕν τι ἐστί, τριάς, καὶ ἡ δεκὰς ἓν ἀριθμοῦ κεφάλαιον),