1.

[10.262] δύο οὖν τῶν ὄντων ἀρχαί, ἥ τε πρώτη μονάς, ἧς κατὰ μετοχὴν πᾶσαι αἱ ἀριθμηταὶ μονάδες νοοῦνται μονάδες, καὶ ἡ ἀόριστος δυάς, ἧς κατὰ μετοχὴν αἱ ὡρισμέναι δυάδες εἰσὶ δυάδες.
Καὶ ὅτι ταῖς ἀληθείαις αὗταί εἰσι τῶν ὅλων ἀρχαί, ποικίλως οἱ Πυθαγορικοί διδάσκουσιν.