1.

[10.265] (§265 Cfr. M VIII 162) πρός τι δὲ τυγχάνειν τὰ κατὰ τὴν ὡς πρὸς ἕτερον σχέσιν νοούμενα, οἷον δεξιὸν ἀριστερόν, ἄνω κάτω, διπλάσιον ἥμισυ˙ τό τε γὰρ δεξιὸν νοεῖται κατὰ τὴν ὡς πρὸς τὸ ἀριστερὸν σχέσιν καὶ τὸ ἀριστερὸν κατὰ τὴν ὡς πρὸς τὸ δεξιόν, τό τε κάτω κατὰ τὴν ὡς πρὸς τὸ ἄνω καὶ τὸ ἄνω κατὰ τὴν ὡς πρὸς τὸ κάτω˙ καὶ ἐπὶ τῶν ἄλλων τὸ παραπλήσιον.