1.

[10.279] καὶ ἄλλως˙ τὸ μεταξὺ δυεῖν σημείων νοούμενον ἀπλατὲς μῆκος ἔστι γραμμή. τοίνυν ἔσται κατὰ τὴν δυάδα ἡ γραμμή, τὸ δὲ ἐπίπεδον κατὰ τὴν τριάδα, ὃ μὴ μόνον μῆκος αὐτὸ θεωρεῖται καθὸ ἦν ἡ δυάς, ἀλλὰ καὶ τρίτην προσείληφε διάστασιν τὸ πλάτος.