[58] Γεγόνασι δὲ Βίωνες δέκα˙ πρῶτος ὁ Φερεκύδῃ τῷ Συρίῳ συνακμάσας, οὗ φέρεται βιβλία δύο Ἰάδι˙ ἔστι δὲ Προκοννήσιος. δεύτερος Συρακούσιος, τέχνας ῥητορικὰς γεγραφώς˙ τρίτος αὐτὸς οὗτος˙ τέταρτος Δημοκρίτειος καὶ μαθηματικός, Ἀβδηρίτης, Ἀτθίδι γεγραφὼς καὶ Ἰάδι˙ οὗτος πρῶτος εἶπεν εἶναί τινας οἰκήσεις ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτι καὶ ἓξ τὴν ἡμέραν. πέμπτος Σολεύς, Αἰθιοπικὰ γεγραφώς˙ ἕκτος ῥητορικός, οὗ φέρεται ἐννέα βιβλία Μουσῶν ἐπιγραφόμενα˙ ἕβδομος μελικὸς ποιητής˙ ὄγδοος Μιλήσιος ἀνδριαντοποιός, οὗ μέμνηται καὶ Πολέμων (FHG III. 135)˙ ἔνατος ποιητὴς τραγῳδίας τῶν Ταρσικῶν λεγομένων˙ δέκατος ἀγαλματοποιὸς Κλαζομένιος ἢ Χῖος, οὗ μέμνηται καὶ Ἱππῶναξ (Bergk 95). [58] Γεγόνασι δὲ Βίωνες δέκα˙ πρῶτος ὁ Φερεκύδῃ τῷ Συρίῳ συνακμάσας, οὗ φέρεται βιβλία δύο Ἰάδι˙ ἔστι δὲ Προκοννήσιος. δεύτερος Συρακούσιος, τέχνας ῥητορικὰς γεγραφώς˙ τρίτος αὐτὸς οὗτος˙ τέταρτος Δημοκρίτειος καὶ μαθηματικός, Ἀβδηρίτης, Ἀτθίδι γεγραφὼς καὶ Ἰάδι˙ οὗτος πρῶτος εἶπεν εἶναί τινας οἰκήσεις ἔνθα γίνεσθαι ἓξ μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν ἡμέραν. πέμπτος Σολεύς, Αἰθιοπικὰ γεγραφώς˙ ἕκτος ῥητορικός, οὗ φέρεται ἐννέα βιβλία Μουσῶν ἐπιγραφόμενα˙ ἕβδομος μελικὸς ποιητής˙ ὄγδοος Μιλήσιος ἀνδριαντοποιός, οὗ μέμνηται καὶ Πολέμων˙ ἔνατος ποιητὴς τραγῳδίας τῶν Ταρσικῶν λεγομένων˙ δέκατος ἀγαλματοποιὸς Κλαζομένιος ἢ Χῖος, οὗ μέμνηται καὶ Ἱππῶναξ. [58] Γεγόνασι δὲ Βίωνες δέκα˙ πρῶτος ὁ Φερεκύδῃ τῷ [2975] Συρίῳ συνακμάσας, οὗ φέρεται βιβλία δύο Ἰάδι˙ ἔστι δὲ Προκοννήσιος. Δεύτερος Συρακούσιος, τέχνας ῥητορικὰς γεγραφώς˙ τρίτος αὐτὸς οὗτος˙ τέταρτος Δημοκρίτειος καὶ μαθηματικός, Ἀβδηρίτης, Ἀτθίδι γεγραφὼς καὶ Ἰάδι˙ οὗτος πρῶτος εἶπεν εἶναί τινας οἰκήσεις ἔνθα γίνεσθαι ἓξ [29710] μηνῶν τὴν νύκτα καὶ ἓξ τὴν ἡμέραν. Πέμπτος Σολεύς, Αἰθιοπικὰ γεγραφώς˙ ἕκτος ῥητορικός, οὗ φέρεται ἐννέα βιβλία Μουσῶν ἐπιγραφόμενα˙ ἕβδομος μελικὸς ποιητής˙ ὄγδοος Μιλήσιος ἀνδριαντοποιός, οὗ μέμνηται καὶ Πολέμων˙ ἔνατος ποιητὴς τραγῳδίας τῶν Ταρσικῶν λεγομένων˙ [29715] δέκατος ἀγαλματοποιὸς Κλαζομένιος ἢ Χῖος, οὗ μέμνηται καὶ Ἱππῶναξ.